# Εὐνοῦχος 5

Lucian, Εὐνοῦχος, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-29/5

τὸ δʼ οὖν τέλος τῆς δίκης ἐς τοῦτο περιέστη· ἀφέμενος γὰρ ὁ Διοκλῆς τοῦ δεικνύναι τὰ αὑτοῦ μετέβαινεν ἐπὶ τὸν Βαγώαν καὶ διελέγχειν ἐπειρᾶτο μάλιστα τὸν βίον αὐτοῦ· κατὰ ταὐτὰ δὲ καὶ ὁ Βαγώας ἀντεξήταζε τὸν ἐκείνου βίον. εἰκότως, ὦ Λυκῖνε· καὶ τὰ πλείω γε τοῦ λόγου περὶ τούτου μᾶλλον ἐχρῆν εἶναι αὐτοῖς· ὡς ἔγωγε, εἰ δικάζων ἐτύγχανον, ἐπὶ τῷ τοιούτῳ τὸ πλεῖον διατρῖψαι ἄν μοι δοκῶ, τὸν ἄμεινον βιοῦντα μᾶλλον ἢ τὸν ἐν τοῖς λόγοις αὐτοῖς προχειρότερον ζητῶν καὶ οἰκειότερον τῇ νίκῃ νομίζων.

---

Lucian, Εὐνοῦχος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg047.local001/.
