# Ἀλέξανδρος ἢ Ψευδόμαντις 27

Lucian, Ἀλέξανδρος ἢ Ψευδόμαντις, Section 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-3/27

ὁ γοῦν Σευηριανῷ δοθεὶς ὑπὲρ τῆς εἰς Ἀρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν. προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη· Πάρθους Ἀρμενίους τε θοῷ ὑπὸ δουρὶ δαμάσσας νοστήσεις Ῥώμην καὶ Θύβριδος ἀγλαὸν ὕδωρ στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν. εἶτʼ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς εἰσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ ὑπὸ τοῦ Ὀσρόου κατακοπείς, τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων, ἐντίθησιν δʼ ἄλλον ἀντʼ αὐτοῦ· μὴ σύ γʼ ἐπʼ Ἀρμενίους ἐλάαν στρατόν, οὐ γὰρ ἄμεινον, μή σοι θηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρὸν πότμον ἐπιπροϊεὶς παύσῃ βιότοιο φάους τε.

---

Lucian, Ἀλέξανδρος ἢ Ψευδόμαντις, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg038.local001/.
