# Alexander 35

Lucian, Alexander, Section 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-3/35
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucian/text-3/35
CTS URN: urn:cts:greekLit:tlg0062.tlg038:35

καὶ οὗτος ὁ χρησμὸς τῶν αὐτοφώνων ἦν. ἐρομένῳ δὲ αὐτῷ ποτε καὶ περὶ γάμου ῥητῶς ἔφη· γῆμον Ἀλεξάνδρου τε Σεληναίης τε θύγατρα. διεδεδώκει δὲ πάλαι λόγον ὡς τῆς θυγατρός, ἣν εἶχεν, ἐκ Σελήνης αὐτῷ γενομένης· τὴν γὰρ Σελήνην ἔρωτι ἁλῶναι αὐτοῦ καθεύδοντά ποτε ἰδοῦσαν, ὅπερ αὐτῇ ἔθος, κοιμωμένων ἐρᾶν τῶν καλῶν. ὁ δʼ οὐδὲν μελλήσας ὁ συνετώτατος Ῥουτιλιανὸς ἔπεμπεν εὐθὺς ἐπὶ τὴν κόρην καὶ τοὺς γάμους συνετέλει ἑξηκοντούτης νυμφίος καὶ συνῆν, τὴν πενθερὰν Σελήνην ἑκατόμβαις ὅλαις ἱλασκόμενος καὶ τῶν ἐπουρανίων εἷς καὶ αὐτὸς οἰόμενος γεγονέναι.

---

Lucian, Ἀλέξανδρος ἢ Ψευδόμαντις, ed. Austin Morris Harmon. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg038.local001/.
