# Ἀλέξανδρος ἢ Ψευδόμαντις 49

Lucian, Ἀλέξανδρος ἢ Ψευδόμαντις, Section 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-3/49

ἤδη δὲ πολλῶν ἐπὶ πολλοῖς ἐπεισρεόντων καὶ τῆς πόλεως αὐτῶν θλιβομένης ὑπὸ τοῦ πλήθους τῶν ἐπὶ τὸ χρηστήριον ἀφικνουμένων καὶ τὰ ἐπιτήδεια διαρκῆ μὴ ἐχούσης, ἐπινοεῖ τοὺς νυκτερινοὺς καλουμένους χρησμούς. λαμβάνων γὰρ τὰ βιβλία ἐπεκοιμᾶτο, ὡς ἔφασκεν, αὐτοῖς καὶ ὡς ὄναρ παρὰ τοῦ θεοῦ ἀκούων ἀπεκρίνετο, οὐ μέντοι σαφεῖς τοὺς πολλούς, ἀλλʼ ἀμφιβόλους καὶ τεταραγμένους καὶ μάλιστα εἴ ποτε θεάσαιτο περιεργότερον τὸ βιβλίον κατεσφραγισμένον. οὐ γὰρ παρακινδυνεύων, τὸ ἐπελθὸν ἄλλως ὑπέγραφε, χρησμοῖς πρέπον καὶ τὸ τοιοῦτον οἰόμενος. καὶ ἦσάν τινες ἐξηγηταὶ ἐπὶ τοῦτο καθήμενοι καὶ μισθοὺς οὐκ ὀλίγους ἐκλέγοντες παρὰ τῶν τοὺς τοιούτους χρησμοὺς λαμβανόντων ἐπὶ τῇ ἐξηγήσει καὶ διαλύσει αὐτῶν. καὶ τοῦτο αὐτῶν τὸ ἔργον ὑπόμισθον ἦν· ἐτέλουν γὰρ οἱ ἐξηγηταὶ τῷ Ἀλεξάνδρῳ τάλαντον Ἀττικὸν ἑκάτερος.

---

Lucian, Ἀλέξανδρος ἢ Ψευδόμαντις, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg038.local001/.
