# Δραπέται 24

Lucian, Δραπέται, Section 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-30/24

Κατίωμεν, ὡς κἂν ὀλίγους αὐτῶν ἐπιτρίψωμεν σήμερον. ποίαν δὲ χρὴ τραπέσθαι, ὦ Φιλοσοφία; σὺ γὰρ οἶσθα ὅπου εἰσίν. ἢ πρόδηλον ὅτι ἐν τῇ Ἑλλάδι; οὐδαμῶς, ἢ πάνυ ὀλίγοι, ὅσοι ὀρθῶς φιλοσοφοῦσιν, ὦ Ἑρμῆ. οὗτοι δὲ οὐδὲν Ἀττικῆς πενίας δέονται, ἀλλʼ ἔνθα πολὺς χρυσὸς ἢ ἄργυρος ὀρύττεται, ἐκεῖ που ζητητέοι εἰσὶν ἡμῖν. οὐκοῦν εὐθὺ τῆς Θρᾴκης ἀπιτέον. εὖ λέγεις, καὶ ἡγήσομαί γε ὑμῖν τῆς ὁδοῦ. οἶδα γὰρ τὰ Θρᾳκῶν ἅπαντα, συχνάκις ἐπελθών. καί μοι τήνδε ἤδη τραπώμεθα. ποίαν λέγεις;

---

Lucian, Δραπέται, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg043.local001/.
