# Δραπέται 32

Lucian, Δραπέται, Section 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-30/32

σὺ δέ, ὦ κακέ, οὐ Ληκυθίων οὑμὸς δραπέτης τυγχάνεις; οὐ μὲν οὖν ἄλλος. ὢ τοῦ γέλωτος. εἶτα τί οὐκ ἂν γένοιτο; καὶ Ληκυθίων φιλοσοφεῖ. ὁ τρίτος δὲ οὗτος ἀδέσποτος ὑμῖν ἐστιν; Οὐδαμῶς, ἀλλʼ ὁ δεσπότης ἐγὼ ἑκὼν ἀφίημι αὐτὸν ἀπολωλέναι. ὅτι τί; ὅτι δεινῶς τῶν ὑποσάθρων ἐστίν. τὸ δʼ ὄνομα Μυρόπνουν αὐτὸν ἐκαλοῦμεν. Ἡράκλεις ἀλεξίκακε, ἀκούεις; ἔπειτα πήρα καὶ βάκτρον. — καὶ αὐτὸς ἀπόλαβε τὴν γυναῖκα σύ. μηδαμῶς. οὐκ ἂν ἀπολάβοιμι βιβλίον μοι τῶν παλαιῶν κυοῦσαν. πῶς βιβλίον; ἔστιν τι, ὦ ἀγαθέ, Τρικάρανος βιβλίον. Οὐδὲν ἄτοπον, ἐπεὶ καὶ Τριφάλης.

---

Lucian, Δραπέται, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg043.local001/.
