# Ὄνειρος ἢ Ἀλεκτρυών 30

Lucian, Ὄνειρος ἢ Ἀλεκτρυών, Section 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-31/30

τοιαῦτα μέν σοι, ὦ Μίκυλλε, τὰ Σίμωνος. ἀπίωμεν δὲ καὶ παρʼ ἄλλον τινά, ἕως ἔτι ὀλίγον τῆς νυκτὸς λοιπόν ἐστιν. ὁ κακοδαίμων, οἷον βιοῖ τὸν βίον. ἐχθροῖς οὕτω πλουτεῖν γένοιτο. κατὰ κόρρης δʼ οὖν πατάξας αὐτὸν ἀπελθεῖν βούλομαι. τίς ἐπάταξέ με; λῃστεύομαι ὁ δυστυχής. οἴμωζε καὶ ἀγρύπνει καὶ ὅμοιος γίγνου τὸ χρῶμα τῷ χρυσῷ προστετηκὼς αὐτῷ. ἡμεῖς δὲ παρὰ Γνίφωνα, εἰ δοκεῖ, τὸν δανειστὴν ἴωμεν. οὐ μακρὰν δὲ καὶ οὗτος οἰκεῖ. ἀνέῳγε καὶ αὕτη ἡμῖν ἡ θύρα.

---

Lucian, Ὄνειρος ἢ Ἀλεκτρυών, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg019.local001/.
