# Προλαλιά. Ἡρακλῆς 7

Lucian, Προλαλιά. Ἡρακλῆς, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-33/7

Τοσαῦτα μὲν ὁ Κελτός. ἐμοὶ δὲ ἡνίκα περὶ τῆς δεῦρο παρόδου ταύτης ἐσκοπούμην πρὸς ἐμαυτόν, εἴ μοι καλῶς ἔχει τηλικῷδε ὄντι καὶ πάλαι τῶν ἐπιδείξεων πεπαυμένῳ αὖθις ὑπὲρ ἐμαυτοῦ ψῆφον διδόναι τοσούτοις δικασταῖς, κατὰ καιρὸν ἐπῆλθεν ἀναμνησθῆναι τῆς εἰκόνος· τέως μὲν γὰρ ἐδεδίειν, μή τινι ὑμῶν δόξαιμι κομιδῇ μειρακιώδη ταῦτα ποιεῖν καὶ παρʼ ἡλικίαν νεανιεύεσθαι, κᾆτά τις Ὁμηρικὸς νεανίσκος ἐπιπλήξειέν μοι εἰπὼν τὸ σὴ δὲ βίη λέλυται, καὶ χαλεπὸν γῆρας κατείληφέ σε, ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι, ἐς τοὺς πόδας τοῦτο ἀποσκώπτων. ἀλλʼ ὅταν ἀναμνησθῶ τοῦ γέροντος ἐκείνου Ἡρακλέους, πάντα ποιεῖν προάγομαι καὶ οὐκ αἰδοῦμαι τοιαῦτα τολμῶν ἡλικιώτης ὢν τῆς εἰκόνος.

---

Lucian, Προλαλιά. Ἡρακλῆς, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg004.local001/.
