# Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων 31

Lucian, Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων, Section 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-34/31

τοιαῦτα ἄττα εἰκὸς ἐρεῖν αὐτούς. ἢ τάχʼ ἄν τις αὐτῶν καὶ προσέροιτό με, Εἰπέ μοι, λέγων, ὦ Λυκῖνε, εἰ τις Αἰθίοψ μηδεπώποτε ἄλλους ἀνθρώπους ἰδών, οἷοι ἡμεῖς ἐσμεν, διὰ τὸ μὴ ἀποδεδημηκέναι τὸ παράπιν, ἔν τινι συλλόγῳ τῶν Αἰθιόπων διισχυρίζοιτο καὶ λέγοι μηδαμόθι τῆς γῆς ἀνθρώπους εἶναι λευκοὺς ἢ ξανθοὺς μηδὲ ἄλλο τι ἢ μέλανας, ἆρα πιστεύοιτʼ ἂν ὑπʼ αὐτῶν; ἢ εἴποι τις ἂν πρὸς αὐτὸν τῶν πρεσβυτέρων Αἰθιόπων, Σὺ δὲ δὴ πόθεν ταῦτα, ὦ θρασύτατε, οἶσθα; οὐ γὰρ ἀπεδήμησας παρʼ ἡμῶν οὐδαμόσε οὐδὲ εἶδες νὴ Δία τὰ παρὰ τοῖς ἄλλοις ὁποῖά ἐστι. φαίην ἂν ἔγωγε δίκαια ἐρωτῆσαι τὸν πρεσβύτην; ἢ πῶς, ὦ Ἑρμότιμε, συμβουλεύεις; οὕτω· δικαιότατα γὰρ ἐπιπλῆξαι δοκεῖ μοι. καὶ γὰρ ἔμοιγε, ὦ Ἑρμότιμε. ἀλλὰ τὸ μετὰ τοῦτο οὐκέτʼ οἶδα εἰ ὁμοίως καὶ σοὶ δόξει· ἐμοὶ μὲν γὰρ τοῦτο καὶ πάνυ δοκεῖ.

---

Lucian, Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg063.local001/.
