# Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων 42

Lucian, Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων, Section 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-34/42

τί δʼ εἰ ἐκείνῳ πρώτῳ ἢ δευτέρῳ ἐντύχοις. τί ποιήσεις; οὐ μὲν οὖν, ἀλλὰ σὺ ὁ Ἑλλανοδίκης ἐθέλω εἰδέναι ὅ τι καὶ πράξεις, πότερον αὐτίκα ἐρεῖς ὅτι οὗτός ἐστιν ὁ ἔφεδρος, ἢ δεήσει ἐπὶ πάντας ἐν κύκλῳ ἐλθόντα ἰδεῖν εἴ που αὐτῷ γράμμα ὅμοιόν ἐστιν; ὡς εἴ γε μὴ τοὺς πάντων κλήρους ἴδοις, οὐκ ἂν μάθοις τὸν ἔφεδρον. καὶ μήν, ὦ Λυκῖνε, ῥᾳδίως ἂν μάθοιμι· ἐπὶ γοῦν τῶν ἐννέα ἢν τὸ Ε εὕρω πρῶτον ἢ δεύτερον, οἶδα ὅτι ἔφεδρος ὁ τοῦτο ἔχων ἐστί. πῶς, ὦ Ἑρμότιμε; οὕτως· τὸ Α δύο αὐτῶν ἔχουσι καὶ τὸ Β ὁμοίως δύο, τῶν λοιπῶν δὲ τεττάρων ὄντων οἱ μὲν τὸ Γ, οἱ δὲ τὸ Δ πάντως ἀνεσπάκασι καὶ ἀνήλωται ἤδη ἐς τοὺς ἀθλητὰς ὀκτὼ ὄντας τὰ τέτταρα γράμματα. δῆλον οὖν ὅτι μόνον ἂν οὕτω περιττὸν εἴη τὸ ἑξῆς γράμμα τὸ Ε, καὶ ὁ τοῦτο ἀνεσπακὼς ἔφεδρός ἐστι. πότερον, ὦ Ἑρμότιμε, ἐπαινέσω σε τῆς συνέσεως, ἢ θέλεις ἀντείπω τά γʼ ἐμοὶ δοκοῦντα, ὁποῖα ἂν ᾖ; νὴ Δία· διαπορῶ μέντοι ὅ τι ἂν εὔλογον ἀντειπεῖν ἔχοις πρὸς τὸ τοιοῦτον.

---

Lucian, Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg063.local001/.
