# Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων 31

Lucian, Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων, Section 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-4/31

οὐκοῦν, ὦ Σόλων, ἤν ποτε ὑμῖν ἐπίωσιν οἱ πολέμιοι, χρισάμενοι τῷ ἐλαίῳ καὶ κονισάμενοι πρόιτε καὶ αὐτοὶ πὺξ τὰς χεῖρας ἐπʼ αὐτοὺς προβεβλημένοι, κἀκεῖνοι δηλαδὴ ὑποπτήσσουσιν ὑμᾶς καὶ φεύγουσιν δεδιότες μὴ σφίσι κεχηνόσι πάσσητε τὴν ψάμμον εἰς τὸ στόμα ἢ περιπηδήσαντες, ὡς κατὰ νώτου γένησθε, περιπλέξητε αὐτοῖς τὰ σκέλη περὶ τὴν γαστέρα καὶ διάγχητε ὑπὸ τὸ κράνος ὑποβαλόντες τὸν πῆχυν. καὶ μὴ Δίʼ οἱ μὲν τοξεύσουσι δῆλον ὅτι καὶ ἀκοντιοῦσιν, ὑμῶν δὲ ὥσπερ ἀνδριάντων οὐ καθίξεται τὰ βέλη κεχρωσμένων πρὸς τὸν ἥλιον καὶ πολὺ τὸ αἷμα πεπορισμένων. οὐ γὰρ καλάμη καὶ ἀθέρες ὑμεῖς ἐστε, ὡς τάχιστα ἐνδιδόναι πρὸς τὰς πληγάς, ἀλλὰ ὀψέ ποτε ἂν καὶ μόλις κατατεμνόμενοι βαθέσι τοῖς τραύμασιν αἷμα ὀλίγον ὑποδείξαιτε. τοιαῦτα γὰρ φής, εἰ μὴ πάνυ παρήκουσα τοῦ παραδείγματος.

---

Lucian, Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg034.local001/.
