# Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων 39

Lucian, Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων, Section 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-4/39

ὁ Λυκοῦργος δὲ καὶ αὐτός, ὦ Σόλων, ἐμαστιγοῦτο ἐφʼ ἡλικίας, ἢ ἐκπρόθεσμος ὢν ἤδη τοῦ ἀγῶνος ἀσφαλῶς τὰ τοιαῦτα ἐνεανιεύσατο; πρεσβύτης ἤδη ὢν ἔγραψε τοὺς νόμους αὐτοῖς Κρήτηθεν ἀφικόμενος. ἀποδεδημήκει δὲ παρὰ τοὺς Κρῆτας, ὅτι ἤκουεν εὐνομωτάτους εἶναι, Μίνωος τοῦ Διὸς νομοθετήσαντος ἐν αὐτοῖς. τί οὖν, ὦ Σόλων, οὐχὶ καὶ σὺ ἐμιμήσω Λυκοῦργον καὶ μαστιγοῖς τοὺς νέους; καλὰ γὰρ καὶ ταῦτα καὶ ἄξια ὑμῶν ἐστιν. ὅτι ἡμῖν ἱκανά, ὦ Ἀνάχαρσι, ταῦτα τὰ γυμνάσια οἰκεῖα ὄντα· ζηλοῦν δὲ τὰ ξενικὰ οὐ πάνυ ἀξιοῦμεν. οὔκ; ἀλλὰ συνίης, οἶμαι, οἷόν τί ἐστι μαστιγοῦσθαι γυμνὸν ἄνω τὰς χεῖρας ἐπαίροντα μηδενὸς ἕνεκα ὠφελίμου ἢ αὐτῷ ἑκάστῳ ἢ κοινῇ τῇ πόλει. ὡς ἔγωγε ἤν ποτε ἐπιδημήσω τῇ Σπάρτῃ καθʼ ὃν καιρὸν ταῦτα δρῶσι, δοκῶ μοι τάχιστα καταλευσθήσεσθαι δημοσίᾳ πρὸς αὐτῶν, ἐπιγελῶν ἑκάστοις, ὁπόταν ὁρῶ τυπτομένους καθάπερ κλέπτας ἢ λωποδύτας ἤ τι ἄλλο τοιοῦτον ἐργασαμένους. ἀτεχνῶς γὰρ ἐλλεβόρου δεῖσθαί μοι δοκεῖ ἡ πόλις αὐτῶν καταγέλαστα ὑφʼ αὑτῆς πάσχουσα.

---

Lucian, Ἀνάχαρσις ἢ Περὶ Γυμνασίων, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg034.local001/.
