# Ζεὺς ἐλεγχόμενος 6

Lucian, Ζεὺς ἐλεγχόμενος, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-40/6

οἶδα ὅθεν σοι τὰ κομψὰ ταῦτα ἐρωτήματά ἐστιν, παρὰ τῶν καταράτων σοφιστῶν, οἳ μηδὲ προνοεῖν ἡμᾶς τῶν ἀνθρώπων φασίν· ἐκεῖνοι γοῦν τὰ τοιαῦτα ἐρωτῶσιν ὑπʼ ἀσεβείας, ἀποτρέποντες καὶ τοὺς ἄλλους θύειν καὶ εὔχεσθαι ὡς εἰκαῖον ὄν· ἡμᾶς γὰρ οὔτʼ ἐπιμελεῖσθαι τῶν πραττομένων παρʼ ὑμῖν οὔθʼ ὅλως τι δύνασθαι πρὸς τὰ ἐν τῇ γῇ πράγματα. πλὴν οὐ χαιρήσουσί γε τὰ τοιαῦτα διεξιόντες. οὐ μὰ τὸν τῆς Κλωθοῦς ἄτρακτον, ὦ Ζεῦ, οὐχ ὑπʼ ἐκείνων ἀναπεισθεὶς ταῦτά σε ἠρώτησα, ὁ δὲ λόγος αὐτὸς οὐκ οἶδʼ ὅπως ἡμῖν προϊὼν εἰς τοῦτο ἀπέβη, περιττὰς εἶναι τὰς θυσίας. αὖθις δʼ, εἰ δοκεῖ, διὰ βραχέων ἐρήσομαί σε, σὺ δὲ μὴ ὀκνήσῃς ἀποκρίνασθαι, καὶ ὅπως ἀσφαλέστερον ἀποκρινῇ. ἐρώτα, εἴ σοι σχολὴ τὰ τοιαῦτα ληρεῖν.

---

Lucian, Ζεὺς ἐλεγχόμενος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg017.local001/.
