# Ζεὺς ἐλεγχόμενος 9

Lucian, Ζεὺς ἐλεγχόμενος, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-40/9

ὁρᾷς; ταῦτʼ ἤδη ὑβριστικά, ὦ Κυνίσκε, φής· καί σοι τάχα μεταμελήσει ποτὲ αὐτῶν. φείδου, ὦ Ζεῦ, τῶν ἀπειλῶν, εἰδὼς οὐδέν με πεισόμενον ὅ τι μὴ καὶ τῇ Μοίρᾳ πρὸ σοῦ ἔδοξεν· ἐπεὶ οὐδʼ αὐτοὺς ἐκείνους ὁρῶ τοὺς ἱεροσύλους κολαζομένους, ἀλλʼ οἵ γε πλεῖστοι διαφεύγουσιν ὑμᾶς· οὐ γὰρ εἵμαρτο, οἶμαι, ἁλῶναι αὐτούς. οὐκ ἔλεγον ὡς ἄρʼ ἐκείνων τις εἶ τῶν ἀναιρούντων τὴν πρόνοιαν τῷ λόγῳ; πάνυ, ὦ Ζεῦ, δέδιας αὐτούς, οὐκ οἶδα ὅτου ἕνεκα· πάντα γοῦν ὁπόσα ἂν εἴπω, ὑποπτεύεις ἐκείνων παιδεύματα εἶναι.

---

Lucian, Ζεὺς ἐλεγχόμενος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg017.local001/.
