# Ζεὺς Τραγῳδός 49

Lucian, Ζεὺς Τραγῳδός, Section 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-41/49

τοιαῦτα ἐν τῇ νηΐ σου γίνεται, ὦ σοφώτατε Τιμόκλεις· διὰ τοῦτο αἱ ναυαγίαι μυρίαι. εἰ δέ τις κυβερνήτης ἐφεστὼς ἑώρα καὶ διέταττεν ἕκαστα, πρῶτον μὲν οὐκ ἂν ἠγνόησεν οἵτινες οἱ χρηστοὶ καὶ οἵτινες οἱ φαῦλοι τῶν ἐμπλεόντων, ἔπειτα ἑκάστῳ κατὰ τὴν ἀξίαν τὰ προσήκοντα ἀπένειμεν ἄν, χώραν τε τὴν ἀμείνω τοῖς ἀμείνοσι παρʼ αὑτὸν ἄνω, τὴν κάτω δὲ τοῖς χείροσι, καὶ συσσίτους ἔστιν οὓς καὶ συμβούλους ἐποιήσατʼ ἄν, καὶ τῶν ναυτῶν ὁ μὲν πρόθυμος ἢ πρῴρας ἐπιμελητὴς ἀπεδέδεικτʼ ἂν ἢ τοίχου ἄρχων ἢ πάντως πρὸ τῶν ἄλλων, ὁ δὲ ὀκνηρὸς καὶ ῥᾴθυμος ἐπαίετʼ ἂν τῷ καλωδίῳ πεντάκις τῆς ἡμέρας εἰς τὴν κεφαλήν. ὥστε σοι, ὦ θαυμάσιε, τὸ τῆς νεὼς τοῦτο παράδειγμα κινδυνεύει περιτετράφθαι κακοῦ τοῦ κυβερνήτου τετυχηκός.

---

Lucian, Ζεὺς Τραγῳδός, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg018.local001/.
