# Λεξιφάνης 10

Lucian, Λεξιφάνης, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-42/10

εἶτʼ εὐθὺς ἐντυγχάνω δᾳδούχῳ τε καὶ ἱεροφάντῃ καὶ τοῖς ἄλλοις ἀρρητοποιοῖς Δεινίαν σύρουσιν ἄγδην ἐπὶ τὴν ἀρχήν, ἔγκλημα ἐπάγοντας ὅτι ὠνόμαζεν αὐτούς, καὶ ταῦτα εὖ εἰδὼς ὅτι ἐξ οὗπερ ὡσιώθησαν, ἀνώνυμοί τέ εἰσι καὶ οὐκέτι ὀνομαστοὶ ὡς ἂν ἱερώνυμοι ἤδη γεγενημένοι. οὐκ οἶδα, ἦν δʼ ἐγώ, ὃν λέγεις τὸν Δεινίαν· αἰκάλλει δʼ οὖν με τοὔνομα. ἔστιν, ἦ δʼ ὅς, ἐν τοῖς σκιραφείοις ἐγκαψικήδαλος ἄνθρωπος τῶν αὐτοληκύθων καὶ τῶν αὐτοκαβδάλων, ἀεὶ κουριῶν, ἐνδρομίδας ὑποδούμενος ἢ βαυκίδας, ἀμφιμάσχαλον ἔχων. τί οὖν, ἦν δʼ ἐγώ, ἔδωκεν ἀμηγέπη δίκην ἢ λὰξ πατήσας ᾤχετο; καὶ μὴν ἐκεῖνός γε, ἦ δʼ ὅς, ὁ τέως σαυλούμενος, ἤδη ἔμπεδός ἐστιν· ὁ γὰρ στρατηγὸς καίτοι ἀτιμαγελοῦντι καρπόδεσμά τε αὐτῷ περιθεὶς καὶ περιδέραιον ἐν ποδοκάκαις καὶ ποδοστράβαις ἐποίησεν εἶναι. ὥστε ἔνδεσμος ὢν ὑπέβδυλλέν τε ὁ κακοδαίμων ὑπὸ τοῦ δέους καὶ πορδαλέος ἦν καὶ χρήματα ἀντίψυχα διδόναι ἤθελεν.

---

Lucian, Λεξιφάνης, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg046.local001/.
