# Lexiphanes 14

Lucian, Lexiphanes, Section 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-42/14
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/lucian/text-42/14
CTS URN: urn:cts:greekLit:tlg0062.tlg046:14

μετὰ δὲ τὸν ποτὸν συνυθλήσομεν οἷα καὶ ἅττʼ ἐώθαμεν· οὐ γὰρ ἄκαιρον δήπουθεν ἐν οἴνῳ φλύειν. ἐπαινῶ τοῦτο, ἦν δʼ ἐγώ, καὶ γὰρ ὅτιπερ ὄφελός ἐσμεν τῆς ἀττικίσεως ἄκρον. εὖ λέγεις, ἦ δʼ ὃς ὁ Καλλικλῆς· τὸ γὰρ ἐρεσχηλεῖν ἀλλήλους συχνάκις λάλης θηγάνη γίγνεται. ἐγὼ δέ, ἦ δʼ ὃς ὁ Εὔδημος — κρύος γάρ ἐστιν — ἥδιον ἂν εὐζωροτέρῳ ὑποπυκνάζοιμι· καὶ γὰρ χειμοθνής εἰμι, καὶ χλιανθεὶς ἥδιον ἂν ἀκούοιμι τῶν χειρεσόφων τούτων, τοῦ τε αὐλητοῦ καὶ τῆς βαρβιτῳδοῦ.

---

Lucian, Λεξιφάνης, ed. Austin Morris Harmon. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg046.local001/.
