# Λεξιφάνης 23

Lucian, Λεξιφάνης, Section 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-42/23

ἐὰν ταῦτα ποιῇς, πρὸς ὀλίγον τὸν ἐπὶ τῇ ἀπαιδευσίᾳ ἔλεγχον ὑπομείνας καὶ μὴ αἰδεσθεὶς μεταμανθάνων, θαρρῶν ὁμιλήσεις τοῖς πλήθεσι καὶ οὐ καταγελασθήσῃ ὥσπερ νῦν οὐδὲ διὰ στόματος ἐπὶ τῷ χείρονι τοῖς ἀρίστοις ἔσῃ, Ἕλληνα καὶ Ἀττικὸν ἀποκαλούντων σε τὸν μηδὲ βαρβάρων ἐν τοῖς σαφεστάτοις ἀριθμεῖσθαι ἄξιον. πρὸ πάντων δὲ ἐκεῖνο μέμνησό μοι, μὴ μιμεῖσθαι τῶν ὀλίγον πρὸ ἡμῶν γενομένων σοφιστῶν τὰ φαυλότατα μηδὲ περιεσθίειν ἐκεῖνα ὥσπερ νῦν, ἀλλὰ τὰ μὲν τοιαῦτα καταπατεῖν, ζηλοῦν δὲ τὰ ἀρχαῖα τῶν παραδειγμάτων. μηδέ σε θελγέτωσαν αἱ ἀνεμῶναι τῶν λόγων, ἀλλὰ κατὰ τὸν τῶν ἀθλητῶν νόμον ἡ στερρά σοι τροφὴ συνήθης ἔστω, μάλιστα δὲ Χάρισι καὶ Σαφηνείᾳ θῦε, ὧν πάμπολυ λίαν νῦν ἀπελέλειψο.

---

Lucian, Λεξιφάνης, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg046.local001/.
