# Μυίας Ἐγκώμιον 1

Lucian, Μυίας Ἐγκώμιον, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-46/1

ἡ μυῖα ἔστι μὲν οὐ τὸ σμικροτάτον τῶν ὀρνέων, ὅσον ἐμπίσι καὶ κώνωψι καὶ τοῖς ἔτι λεπτοτέροις παραβάλλειν, ἀλλὰ τοσοῦτον ἐκείνων μεγέθει προὔχει ὅσον αὐτὴ μελίττης ἀπολείπεται. ἐπτέρωται δὲ οὐ κατὰ τὰ αὐτὰ τοῖς ἄλλοις, ὡς τοῖς μὲν ἁπανταχόθεν κομᾶν τοῦ σώματος, τοῖς δὲ ὠκυπτέροις χρῆσθαι, ἀλλὰ κατὰ τὰς ἀκρίδας καὶ τέττιγας καὶ μελίττας ἐστὶν ὑμενόπτερος, τοσοῦτον ἁπαλώτερα ἔχουσα τὰ πτερὰ ὅσον τῆς Ἑλληνικῆς ἐσθῆτος ἡ Ἰνδικὴ λεπτοτέρα καὶ μαλακωτέρα· καὶ μὴν διήνθισται κατὰ τοὺς ταῶνας, εἴ τις ἀτενὲς βλέποι ἐς αὐτήν, ὁπόταν ἐκπετάσασα πρὸς τὸν ἥλιον πτερύσσηται.

---

Lucian, Μυίας Ἐγκώμιον, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg006.local001/.
