# Μυίας Ἐγκώμιον 6

Lucian, Μυίας Ἐγκώμιον, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-46/6

οὕτω δὲ ἰσχυρά ἐστιν, ὥσθʼ ὁπόταν τι δάκνῃ, τιτρώσκει οὐκ ἀνθρώπου δέρμα μόνον, ἀλλὰ καὶ βοὸς καὶ ἵππου, καὶ ἐλέφαντα λυπεῖ ἐς τὰς ῥυτίδας αὐτοῦ παρεισδυομένη καὶ τῇ αὑτῆς προνομαίᾳ κατὰ λόγον τοῦ μεγέθους ἀμύσσουσα. μίξεως δὲ καὶ ἀφροδισίων καὶ γάμων πολλὴ αὐταῖς ἡ ἐλευθερία, καὶ ὁ ἄρρην οὐ κατὰ τοὺς ἀλεκτρυόνας ἐπιβὰς εὐθὺς ἀπεπήδησεν, ἀλλʼ ἐποχεῖται τῇ θηλείᾳ ἐπὶ πολύ, κἀκείνη φέρει τὸν νυμφίον, καὶ συμπέτονται τὴν ἐναέριον ἐκείνην μῖξιν τῇ πτήσει μὴ διαφθείρουσαι. ἀποτμηθεῖσα δὲ τὴν κεφαλὴν μυῖα ἐπὶ πολὺ ζῇ τῷ σώματι καὶ ἔμπνους ἐστίν.

---

Lucian, Μυίας Ἐγκώμιον, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg006.local001/.
