# Πλοῖον ἢ Εὐχαί 18

Lucian, Πλοῖον ἢ Εὐχαί, Section 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-47/18

οὐκοῦν ἐγὼ μὲν οὐδὲ νῦν ἀποστήσομαι τῆς νεώς, ἀλλʼ ἐπείπερ ἔξεστιν, ἐπιμετρήσω τῇ εὐχῇ· ὁ δὲ Ἑρμῆς ὁ κερδῷος ἐπινευσάτω ἅπασιν. ἔστω γὰρ τὸ πλοῖον καὶ τὰ ἐν αὐτῷ πάντα ἐμὰ καὶ ὁ φόρτος οἱ ἔμποροι αἱ γυναῖκες οἱ ναῦται καὶ ἄλλο εἴ τι ἥδιστον κτημάτων ἁπάντων. λέληθας σεαυτὸν ἔχων ἐν τῇ νηΐ. τὸν παῖδα φής, ὦ Σάμιππε, τὸν κομήτην. κἀκεῖνος οὖν ἔστω ἐμός. ὁπόσος δὲ ὁ πυρὸς ἔνδον ἐστίν, οὗτος ὁ ἀριθμὸς ἅπας χρυσίον ἐπίσημον γενέσθω, τοσοῦτοι δαρεικοί.

---

Lucian, Πλοῖον ἢ Εὐχαί, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg065.local001/.
