# Πλοῖον ἢ Εὐχαί 29

Lucian, Πλοῖον ἢ Εὐχαί, Section 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-47/29

ἐγὼ δὲ χειροτονητὸς ὑφʼ ἁπάντων προκριθεὶς ἄρχων, ἄριστος εἶναι δόξας ἀνθρώπων ἡγεῖσθαι καὶ πράγμασι χρῆσθαι· ὡς τοῦτό γε αὐτὸ ἤδη μείζονα εἶναι τῶν ἄλλων βασιλέων ἅτε ἀρετῇ προχειρισθέντα ὑπὸ τῆς στρατιᾶς ἄρχειν, οὐ κληρονόμον γενόμενον ἄλλου πονήσαντος ἐς τὴν βασιλείαν· ἐπεὶ τῷ Ἀδειμάντου θησαυρῷ παραπλήσιον τὸ τοιοῦτο, καὶ τὸ πρᾶγμα οὐχ ὅμοιον ἡδύ, ὥσπερ ὅταν ἴδῃ τις αὐτὸς διʼ αὑτοῦ κτησάμενος τὴν δυναστείαν. παπαῖ, ὦ Σάμιππε, οὐδὲν μικρόν, ἀλλὰ τὸ κεφάλαιον αὐτὸ τῶν ἀγαθῶν ἁπάντων σύ γε ᾔτησας, ἄρχειν ἀσπίδος τοσαύτης ἄριστος δὴ προκριθεὶς ὑπὸ τῶν πεντακισμυρίων. τοιοῦτον ἡμῖν ἡ Μαντίνεια θαυμαστὸν βασιλέα καὶ στρατηγὸν ἐλελήθει ἀνατρέφουσα. πλὴν ἀλλὰ βασίλευε καὶ ἡγοῦ τῶν στρατιωτῶν καὶ διακόσμει τό τε ἱππικὸν καὶ τοὺς ἀνέρας τοὺς ἀσπιδιώτας· ἐθέλω γὰρ εἰδέναι οἷ βαδιεῖσθε τοσοῦτοι ὄντες ἐξ Ἀρκαδίας ἢ ἐπὶ τίνας ἀθλίους πρώτους ἀφίξεσθε.

---

Lucian, Πλοῖον ἢ Εὐχαί, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg065.local001/.
