# Πλοῖον ἢ Εὐχαί 41

Lucian, Πλοῖον ἢ Εὐχαί, Section 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-47/41

ἀλλʼ ἤδη σὸν αἰτεῖν, ὦ Τιμόλαε, καὶ ὅπως ὑπερβάλῃ τούτους, ὥσπερ εἰκὸς ἄνδρα συνετὸν καὶ πράγμασι χρῆσθαι εἰδότα. σκόπει γοῦν, ὦ Λυκῖνε, εἴ τι ἐπιλήψιμον εὔξομαι καὶ ὅ τι ἂν εὐθῦναί τις δυνηθείη. χρυσὸν μὲν οὖν καὶ θησαυροὺς καὶ μεδίμνους νομίσματος ἢ βασιλείας καὶ πολέμους καὶ δείματα ὑπὲρ τῆς ἀρχῆς, ἃ εἰκότως διέβαλες, οὐκ αἰτήσομαι· ἀβέβαια γὰρ ταῦτά γε καὶ πολλὰς τὰς ἐπιβουλὰς ἔχοντα καὶ πλέον τοῦ ἡδέος τὸ ἀνιαρὸν ἐν αὐτοῖς ἦν.

---

Lucian, Πλοῖον ἢ Εὐχαί, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg065.local001/.
