Ancient Greek · ~3 min
Νιγρίνου Φιλοσοφία
Lucian, Νιγρίνου Φιλοσοφία Νιγρίνου Φιλοσοφία
Not analysed yet
ὡς σεμνὸς ἡμῖν σφόδρα καὶ μετέωρος ἐπανελήλυθας. οὐ τοίνυν προσβλέπειν ἡμᾶς ἔτι ἀξιοῖς οὔθ’ ὁμιλίας μεταδίδως οὔτε κοινωνεῖς τῶν ὁμοίων λόγων, ἀλλʼ ἄφνω μεταβέβλησαι καὶ ὅλως ὑπεροπτικῷ τινι ἔοικας. ἡδέως δʼ ἂν παρὰ σοῦ πυθοίμην, ὅθεν οὕτως ἀτόπως ἔχεις καὶ τί τούτων αἴτιον. Τί γὰρ ἄλλο γε, ὦ ἑταῖρε, ἢ εὐτυχία; πῶς λέγεις; ὁδοῦ πάρεργον ἥκω σοι εὐδαίμων τε καὶ μακάριος γεγενημένος καὶ τοῦτο δὴ τὸ ἀπὸ τῆς σκηνῆς ὄνομα, τρισόλβιος. Ἡράκλεις, οὕτως ἐν βραχεῖ; καὶ μάλα. τί δέ, τὸ μετὰ τοῦτο, ἐστὶν ἐφʼ ὅτῳ καὶ κομᾷς; ἵνα μὴ ἐν κεφαλαίῳ μόνῳ εὐφραινώμεθα, ἔχωμεν δέ τι καὶ ἀκριβὲς εἰδέναι τὸ πᾶν ἀκούσαντες. οὐ θαυμαστὸν εἶναί σοι δοκεῖ πρὸς Διός, ἀντὶ μὲν δούλου με ἐλεύθερον, ἀντὶ δὲ πένητος ὡς ἀληθῶς πλούσιον, ἀντὶ δὲ ἀνοήτου τε καὶ τετυφωμένου γενέσθαι μετριώτερον;