# Πατρίδος Ἐγκώμιον 3

Lucian, Πατρίδος Ἐγκώμιον, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-49/3

τὸ δʼ αὐτὸ τοῦτο καὶ οἱ δίκαιοι τῶν παίδων πράττουσιν καὶ οἱ χρηστοὶ τῶν πατέρων· οὔτε γὰρ νέος καλὸς κἀγαθὸς ἄλλον ἂν προτιμήσαι τοῦ πατρὸς οὔτε πατὴρ καταμελήσας τοῦ παιδὸς ἕτερον ἂν στέρξαι νέον, ἀλλὰ τοσοῦτόν γε οἱ πατέρες νικώμενοι προσνέμουσι τοῖς παισίν, ὥστε καὶ κάλλιστοι καὶ μέγιστοι καὶ τοῖς πᾶσιν ἄριστα κεκοσμημένοι οἱ παῖδες αὐτοῖς εἶναι δοκοῦσιν. ὅστις δὲ μὴ τοιοῦτός ἐστι δικαστὴς πρὸς τὸν υἱόν, οὐ δοκεῖ μοι πατρὸς ὀφθαλμοὺς ἔχειν.

---

Lucian, Πατρίδος Ἐγκώμιον, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg010.local001/.
