# Πατρίδος Ἐγκώμιον 7

Lucian, Πατρίδος Ἐγκώμιον, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-49/7

πάντα δέ, οἶμαι·, παιδεύματα καὶ μαθήματα συλλέγουσιν ἄνθρωποι χρησιμωτέρους αὑτοὺς ἀπὸ τούτων ταῖς πατρίσι παρασκευάζοντες· κτῶνται δὲ καὶ χρήματα φιλοτιμίας ἕνεκεν τῆς εἰς τὰ κοινὰ τῆς πατρίδος δαπανήματα. καὶ εἰκότως, οἶμαι· δεῖ γὰρ οὐκ ἀχαρίστους εἶναι τοὺς τῶν μεγίστων τυχόντας εὐεργεσιῶν. ἀλλʼ εἰ τοῖς καθʼ ἕνα τις ἀπονέμει χάριν, ὥσπερ ἐστὶ δίκαιον, ἐπειδὰν εὖ πάθῃ πρός τινος, πολὺ μᾶλλον προσήκει τὴν πατρίδα τοῖς καθήκουσιν ἀμείβεσθαι· κακώσεως μὲν γὰρ γονέων εἰσὶ νόμοι παρὰ ταῖς πόλεσι, κοινὴν δὲ προσήκει πάντων μητέρα τὴν πατρίδα νομίζειν καὶ χαριστήρια τροφῶν ἀποδιδόναι καὶ τῆς τῶν νόμων αὐτῶν γνώσεως.

---

Lucian, Πατρίδος Ἐγκώμιον, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg010.local001/.
