# Φάλαρις 1.10

Lucian, Φάλαρις, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-50/1.10

ὅταν δὲ βουληθῆτε τοὐμὸν εἰδέναι, τοὺς εἰσφοιτῶντας εἰς Ἀκράγαντα ξένους ἐρωτήσατε ὁποῖος ἐγὼ περὶ αὐτούς εἰμι καὶ εἰ φιλανθρώπως προσφέρομαι τοῖς καταίρουσιν, ὅς γε καὶ σκοποὺς ἐπὶ τῶν λιμένων ἔχω καὶ πευθῆνας, τίνες ὅθεν καταπεπλεύκασιν, ὡς κατʼ ἀξίαν τιμῶν ἀποπέμποιμι αὐτούς. ἔνιοι δὲ καὶ ἐξεπίτηδες φοιτῶσι παρʼ ἐμέ, οἱ σοφώτατοι τῶν Ἑλλήνων, καὶ οὐ φεύγουσι τὴν συνουσίαν τὴν ἐμήν, ὥσπερ ἀμέλει καὶ πρῴην ὁ σοφὸς Πυθαγόρας ἧκεν ὡς ἡμᾶς, ἄλλα μὲν ὑπὲρ ἐμοῦ ἀκηκοώς· ἐπεὶ δὲ ἐπειράθη, ἀπῆλθεν ἐπαινῶν με τῆς δικαιοσύνης καὶ ἐλεῶν τῆς ἀναγκαίας ὠμότητος. εἶτα οἴεσθε τὸν πρὸς τοὺς ὀθνείους φιλάνθρωπον οὕτως ἂν πικρῶς τοῖς οἰκείοις προσφέρεσθαι, εἰ μή τι διαφερόντως ἠδίκητο;

---

Lucian of Samosata, Φάλαρις, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg001.local001/.
