# Φάλαρις 1.14

Lucian, Φάλαρις, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-50/1.14

ταῦτα μέν, ὦ Δελφοί, τὰ παρὰ τοῦ Φαλάριδος, ἀληθῆ πάντα καὶ οἷα ἐπράχθη ἕκαστα, καὶ δίκαιοι ἂν εἴημεν πιστεύεσθαι ὑφʼ ὑμῶν μαρτυροῦντες, ὡς ἂν καὶ εἰδότες καὶ μηδεμίαν τοῦ ψεύδεσθαι νῦν αἰτίαν ἔχοντες. εἰ δὲ δεῖ καὶ δεηθῆναι ὑπὲρ ἀνδρὸς μάτην πονηροῦ δοκοῦντος καὶ ἄκοντος κολάζειν ἠναγκασμένου, ἱκετεύομεν ὑμᾶς ἡμεῖς οἱ Ἀκραγαντῖνοι Ἕλληνές τε ὄντες καὶ τὸ ἀρχαῖον Δωριεῖς, προσέσθαι τὸν ἄνδρα φίλον εἶναι ἐθέλοντα καὶ πολλὰ καὶ δημοσίᾳ καὶ ἰδίᾳ ἕκαστον ὑμῶν εὖ ποιῆσαι ὡρμημένον. λάβετε οὖν αὐτοὶ τὸν ταῦρον καὶ ἀνάθετε καὶ εὔξασθε ὑπέρ τε τῆς Ἀκράγαντος καὶ ὑπὲρ αὐτοῦ Φαλάριδος, καὶ μήτε ἡμᾶς ἀπράκτους ἀποπέμψητε μήτε ἐκεῖνον ὑβρίσητε μήτε τὸν θεὸν ἀποστερήσητε καλλίστου τε ἅμα καὶ δικαιοτάτου ἀναθήματος.

---

Lucian of Samosata, Φάλαρις, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg001.local001/.
