# Φάλαρις 1.7

Lucian, Φάλαρις, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-50/1.7

τὸ δʼ ὅλον οἱ δῆμοι οὐκ ἐξετάζοντες ὁποῖός τις ὁ τοῖς πράγμασιν ἐφεστώς ἐστιν, εἴτε δίκαιος εἴτε ἄδικος, αὐτὸ ἁπλῶς τὸ τῆς τυραννίδος ὄνομα μισοῦσι καὶ τὸν τύραννον, κἂν Αἰακὸς ἢ Μίνως ἢ Ῥαδάμανθυς ᾖ, ὁμοίως ἐξ ἅπαντος ἀνελεῖν σπεύδουσιν, τοὺς μὲν πονηροὺς αὐτῶν πρὸ ὀφθαλμῶν τιθέμενοι, τοὺς δὲ χρηστοὺς τῇ κοινωνίᾳ τῆς προσηγορίας τῷ ὁμοίῳ μίσει συμπεριλαμβάνοντες. ἐγὼ γοῦν ἀκούω καὶ παρʼ ὑμῖν τοῖς Ἕλλησι πολλοὺς γενέσθαι τυράννους σοφοὺς ὑπὸ φαύλῳ ὀνόματι δοκοῦντι χρηστὸν καὶ ἥμερον ἦθος ἐπιδεδειγμένους, ὧν ἐνίων καὶ λόγους εἶναι βραχεῖς ἐν τῷ ἱερῷ ὑμῶν ἀποκειμένους, ἀγάλματα καὶ ἀναθήματα τῷ Πυθίῳ.

---

Lucian of Samosata, Φάλαρις, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg001.local001/.
