# Φάλαρις 1.9

Lucian, Φάλαρις, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-50/1.9

εἰ δὲ δεῖ μετὰ παρρησίας εἰπεῖν, ἐγὼ μέν, εἰ αἵρεσίς μοι προτεθείη, πότερα βούλομαι κολάζειν τινὰς ἀδίκως ἢ αὐτὸς ἀποθανεῖν, εὖ ἴστε ὡς οὐδὲν μελλήσας ἑλοίμην ἂν τεθνάναι μᾶλλον ἢ μηδὲν ἀδικοῦντας κολάζειν. εἰ δέ τις φαίη, Βούλει, ὦ Φάλαρι, τεθνάναι αὐτὸς ἀδίκως ἢ δικαίως κολάζειν τοὺς ἐπιβούλους; τοῦτο βουλοίμην ἄν· αὖθις γὰρ ὑμᾶς, ὦ Δελφοί, συμβούλους καλῶ, πότερον ἄμεινον εἶναι ἀδίκως ἀποθανεῖν ἢ ἀδίκως σώζειν τὸν ἐπιβεβουλευκότα; οὐδεὶς οὕτως, οἶμαι, ἀνόητός ἐστιν ὃς οὐκ ἂν προτιμήσειε ζῆν μᾶλλον ἢ σώζων τοὺς ἐχθροὺς ἀπολωλέναι. καίτοι πόσους ἐγὼ καὶ τῶν ἐπιχειρησάντων μοι καὶ φανερῶς ἐληλεγμένων ὅμως ἔσωσα; οἷον Ἄκανθον τουτονὶ καὶ Τιμοκράτη καὶ Λεωγόραν τὸν ἀδελφὸν αὐτοῦ, παλαιᾶς συνηθείας τῆς πρὸς αὐτοὺς μνημονεύσας.

---

Lucian of Samosata, Φάλαρις, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg001.local001/.
