Ancient Greek · ~1 min
Book 2
Lucian, Φάλαρις 2.13
Not analysed yet
εἰ δʼ ὑμᾶς αὐτοὺς δοκιμαστὰς καὶ ἐξεταστὰς ἐπιστήσετε τοῖς ἀναθήμασιν, ὀκνῶ μὴ ἀπορήσωμεν τῶν δοκιμασθησομένων ἔτι, οὐδενὸς ὑπομένοντος ὑπόδικον αὑτὸν καθιστάναι, καὶ ἀναλίσκοντα καὶ καταδαπανῶντα παρʼ αὑτοῦ κρίνεσθαι καὶ ὑπὲρ τῶν ὅλων κινδυνεύειν. ἢ τίνι βιωτόν, εἰ κριθήσεται τοῦ ἀνατιθέναι ἀνάξιος;