Ancient Greek
Book 2
Lucian, Φάλαρις 2.2
Not analysed yet
ἐγὼ μὲν οὖν καὶ τὸ ἐνδοιάσαι ὑμᾶς ὅλως περὶ τούτου καὶ ἡμῖν προθεῖναι τὴν διάσκεψιν, εἰ χρὴ δέχεσθαι τὸ ἀνάθημα ἢ ὀπίσω αὖθις ἀποπέμπειν, ἀνόσιον ἤδη εἶναι νομίζω, μᾶλλον δὲ οὐδʼ ὑπερβολὴν ἀσεβείας ἀπολελοιπέναι· οὐδὲν γὰρ ἀλλʼ ἢ ἱεροσυλία τὸ πρᾶγμά ἐστι μακρῷ τῶν ἄλλων χαλεπωτέρα, ὅσῳ τοῦ τὰ ἤδη ἀνατεθέντα συλᾶν τὸ μηδὲ τὴν ἀρχὴν τοῖς ἀνατιθέναι βουλομένοις ἐπιτρέπειν ἀσεβέστερον.