# Φιλοψευδὴς ἢ Ἀπιστῶν 21

Lucian, Φιλοψευδὴς ἢ Ἀπιστῶν, Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-51/21

ἐπὶ τούτοις Ἀντίγονος ὁ ἰατρὸς εἶπε, κἀμοί, ὦ Εὔκρατες, Ἱπποκράτης ἐστὶ χαλκοῦς ὅσον πηχυαῖος τὸ μέγεθος· οὗτος ἐπειδὰν μόνον ἡ θρυαλλὶς ἀποσβῇ, περίεισιν τὴν οἰκίαν ὅλην ἐν κύκλῳ ψοφῶν καὶ τὰς πυξίδας ἀνατρέπων καὶ τὰ φάρμακα συγχέων καὶ τὴν θυίαν περιτρέπων, καὶ μάλιστα ἐπειδὰν τὴν θυσίαν ὑπερβαλώμεθα, ἣν κατὰ τὸ ἔτος ἕκαστον αὐτῷ θύομεν. ἀξιοῖ γάρ, ἦν δʼ ἐγώ, καὶ ὁ Ἱπποκράτης ἤδη ὁ ἰατρὸς θύεσθαι αὑτῷ, καὶ ἀγανακτεῖ ἢν μὴ κατὰ καιρὸν ἐφʼ ἱερῶν τελείων ἑστιαθῇ; ὃν ἔδει ἀγαπᾶν, εἴ τις ἐναγίσειεν αὐτῷ ἢ μελίκρατον ἐπισπείσειεν ἢ στεφανώσειε τὴν στήλην.

---

Lucian, Φιλοψευδὴς ἢ Ἀπιστῶν, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg031.local001/.
