# Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος 18

Lucian, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος, Section 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-54/18

Ἐπὶ γοῦν τοῦ πρώτου Σεβαστοῦ καὶ τοιόνδε τι λέγεται γενέσθαι· ὁ μὲν ἔτυχε δίκην τινὰ δικάσας ὀρθῶς καὶ ἀπολύσας ἐγκλήματος τοῦ μεγίστου ἀδίκως συκοφαντούμενον ἄνθρωπον, ὁ δὲ χάριν ὁμολογῶν μεγάλῃ τῇ φωνῇ, Χάριν οἶδά σοι, ἔφη, ὦ αὐτοκράτορ, ὅτι κακῶς καὶ ἀδίκως ἐδίκασας· καὶ τῶν περὶ Σεβαστὸν ἀγανακτησάντων καὶ διασπάσασθαι τὸν ἄνθρωπον ἐθελόντων, Παύσασθε χαλεπαίνοντες, ἐκεῖνος ἔφη· οὐ γὰρ τὴν γλῶτταν αὐτοῦ, ἀλλὰ τὴν γνώμην ἐξετάζειν ἄξιον. ἐκεῖνος μὲν οὕτως, σὺ δ’ εἴτε τὴν γνώμην σκέψαιο, πάνυ εὔνουν εὑρήσεις, εἴτε τὴν γλῶτταν, εὔφημος καὶ αὐτή.

---

Lucian of Samosata, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος, ed. Kenneth Kilburn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg058.local002/.
