# Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος 4

Lucian, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-54/4

Ἀλλ' ὁ θαυμαστὸς Πλάτων, ἀνὴρ ἀξιόπιστος νομοθέτης τῶν τοιούτων, τὸ μὲν χαίρειν κελεύειν καὶ πάνυ ἀποδοκιμάζει ὡς μοχθηρὸν ὂν καὶ οὐδὲν σπουδαῖον ἐμφαῖνον, τὸ δ’ εὖ πράττειν ἀντ' αὐτοῦ εἰσάγει ὡς κοινὸν σώματός τε καὶ ψυχῆς εὖ διακειμένων σύμβολον, καὶ ἐπιστέλλων γε τῷ Διονυσίῳ αἰτιᾶται αὐτόν, ὅτι ποιῶν ἐς τὸν Ἀπόλλω χαίρειν τὸν θεὸν προσεῖπεν ὡς ἀνάξιον τοῦ Πυθίου καὶ οὐχ ὅπως θεοῖς, ἀλλ’ οὐδ’ ἀνθρώποις δεξιοῖς πρέπον.

---

Lucian of Samosata, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος, ed. Kenneth Kilburn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg058.local002/.
