# Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος 8

Lucian, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-54/8

Ὅτε Ἀλέξανδρος τὴν ἐν Ἰσσῷ μάχην ἀγωνιεῖσθαι ἔμελλεν, ὡς Εὐμένης ὁ Καρδιανὸς ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ λέγει, ἕωθεν εἰσελθὼν εἰς τὴν σκηνὴν αὐτοῦ ὁ Ἡφαιστίων, εἴτ' ἐπιλαθόμενος εἴτε ταραχθεὶς ὥσπερ ἐγὼ εἴτε καὶ θεοῦ τινος τοῦτο καταναγκάσαντος, ταὐτὸν ἐμοὶ ἔφη, Ὑγίαινε, βασιλεῦ, καιρὸς ἤδη παρατάττεσθαι. ταραχθέντων δὲ τῶν παρόντων πρὸς τὸ παράδοξον τῆς προσαγορεύσεως καὶ τοῦ Ἡφαιστίωνος ὀλίγου δεῖν ὑπ' αἰδοῦς ἐκθανόντος, Ἀλέξανδρος, Δέχομαι, εἶπε, τὴν κλῃδόνα. τὸ γὰρ σώους ἐπανήξειν ἀπὸ τῆς μάχης ἤδη μοι ὑπέσχηται.

---

Lucian of Samosata, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος, ed. Kenneth Kilburn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg058.local002/.
