# Ψευδολογιστής 21

Lucian, Ψευδολογιστής, Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-57/21

ἀλλʼ οἱ ἐν Αἰγύπτῳ ἴσως ἀγνοοῦσί σε, οἱ μετὰ τοὺς ἐν Συρίᾳ θαυμαστοὺς ἄθλους ἐκείνους ὑποδεξάμενοι φεύγοντα ἐφʼ οἷς εἶπον, ὑπὸ τῶν ἱματιοκαπήλων διωκόμενον, παρʼ ὧν ἐσθῆτας πολυτελεῖς πριάμενος ἐφόδια εἶχες. ἀλλʼ οὐκ ἐλάττω σοι ἡ Ἀλεξάνδρεια σύνοιδεν, οὐδὲ μὰ Δίʼ ἐχρῆν δευτέραν τῆς Ἀντιοχείας κεκρίσθαι αὐτήν, ἀλλʼ ἥ τε ἀκολασία γυμνοτέρα καὶ ἡ αἰσχρουργία σοι ἐκεῖ ἐπιμανεστέρα καὶ τοὔνομα ἐπὶ τούτοις μεῖζον καὶ ἐπὶ πᾶσιν ἀκάλυπτος ἡ κεφαλή. εἷς μόνος ἂν ἐπίστευσέ σοι ἐξάρνῳ γινομένῳ μηδὲν τοιοῦτο εἰργάσθαι καὶ βοηθὸς ἂν κατέστη, ὁ τελευταῖος μισθοδότης, ἀνὴρ ἐν τοῖς ἀρίστοις Ῥωμαίων. τοὔνομα δὲ αὐτὸ δώσεις ἀποσιωπῆσαί μοι, καὶ ταῦτα πρὸς πάντας εἰδότας ὃν λέγω. ἐκεῖνος τοίνυν τὰ μὲν ἄλλα ὁπόσα ἔτλη ἐν τῇ συνουσίᾳ τολμηθέντα ὑπὸ σοῦ, τί χρὴ λέγειν; ἀλλʼ ἡνίκα σε κατέλαβε τοῦ μειρακίου τοῦ οἰνοχόου τοῦ Οἰνοπίωνος ἐν γόνασι κείμενον, τί οἴει; ἐπίστευσεν ἄν σοι μὴ εἶναι τοιοῦτον, αὐτὸ ὁρῶν τὸ ἔργον; οὔκ, εἴ γε μὴ παντάπασιν τυφλὸς ἦν. ἀλλὰ ἐδήλωσεν τὴν γνώμην αὐτίκα ἐξελάσας τῆς οἰκίας καὶ καθάρσιόν γε, ὥς φασι, περιενεγκὼν ἐπὶ τῇ σῇ ἐξόδῳ.

---

Lucian, Ψευδολογιστής, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg049.local001/.
