# Ψευδολογιστής 26

Lucian, Ψευδολογιστής, Section 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-57/26

πρὸς θεῶν, ἢν λέγῃ ταῦτα ἡ γλῶττα, ἰδίαν αὐτὴ φωνὴν λαβοῦσα καὶ τὸν πώγωνα συνήγορον ἐπικαλεσαμένη, τί ἂν ἀποκρίναιο αὐτῇ; ἐκεῖνα δῆλον ὅτι ἃ καὶ πρὸς τὸν Γλαῦκον ἔναγχος εἴρηταί σοι ἐπὶ πεπραγμένῳ ἤδη τῷ ἔργῳ αἰτιώμενον, ὡς ἐπὶ τούτῳ ἔνδοξος ἐν βραχεῖ καὶ γνώριμος ἅπασι γεγένησαι, πόθεν ἂν οὕτω περιβόητος ἐπὶ τοῖς λόγοις γενόμενος; ἀγαπητὸν δὲ ὁπωσοῦν κλεινὸν καὶ ὀνομαστὸν εἶναι. εἶτα καταριθμήσεις αὐτῇ τὰς πολλάς σου προσηγορίας, ὁπόσας κατὰ ἔθνη προσείληφας. ὃ καὶ θαυμάζω, ὅτι τὴν μὲν ἀποφράδα ἐδυσχέρανας ἀκούσας, ἐπʼ ἐκείνοις δὲ τοῖς ὀνόμασιν οὐκ ἠγανάκτεις,

---

Lucian, Ψευδολογιστής, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg049.local001/.
