# Ψευδολογιστής 3

Lucian, Ψευδολογιστής, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-57/3

καίτοι μάταιον ἴσως καὶ περιττὸν ἐν παιδείας νόμῳ παρρησιάζεσθαι πρὸς σέ. οὔτε γὰρ ἂν αὐτός ποτε βελτίων γένοιο πρὸς τὴν ἐπιτίμησιν, οὐ μᾶλλον ἢ κάνθαρος μεταπεισθείη ἂν μηκέτι τοιαῦτα κυλινδεῖν, ἅπαξ αὐτοῖς συνήθης γενόμενος, οὔτʼ εἶναι τινα νομίζω τὸν ἀγνοοῦντα ἔτι τὰ ὑπὸ σοῦ τολμώμενα καὶ ἃ γέρων ἄνθρωπος ἐς ἑαυτὸν παρανομεῖς. οὐχ οὕτως ἀσφαλὴς οὐδὲ ἀφανὴς βδελυρὸς εἶ· οὐδὲ δεῖ τινος τοῦ ἀποδύσοντος τὴν λεοντῆν, ὡς φανερὸς γένοιο κανθήλιος ὤν, εἰ μή τις ἄρα ἐξ Ὑπερβορέων ἄρτι ἐς ἡμᾶς ἥκοι ἢ ἐς τοσοῦτο Κυμαῖος εἴη ὡς μὴ ἰδὼν εὐθὺς εἰδέναι ὄνων ἁπάντων ὑβριστότατόν σε ὄντα, μὴ περιμείνας ὀγκωμένου προσέτι ἀκούειν. οὕτω πάλαι καὶ πρὸ ἐμοῦ καὶ παρὰ πᾶσι καὶ πολλάκις κεκήρυκται τὰ σά, καὶ δόξαν οὐ μικρὰν ἔχεις ἐπʼ αὐτοῖς, ὑπὲρ τὸν Ἀριφράδην, ὑπὲρ τὸν Συβαρίτην Ἡμιθέωνα, ὑπὲρ τὸν Χῖον ἐκεῖνον Βάσταν, τὸν ἐπὶ τοῖς ὁμοίοις σοφόν. ῥητέον δὲ ὅμως, εἰ καὶ ἕωλα δόξω λέγειν, ὡς μὴ αἰτίαν ἔχοιμι μόνος αὐτὰ ἀγνοεῖν.

---

Lucian, Ψευδολογιστής, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg049.local001/.
