# Ψευδολογιστής 32

Lucian, Ψευδολογιστής, Section 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-57/32

ὁρᾷς, ὡς ἄμεινον ἦν σοι ἀκίνητον τὴν Καμάριναν ἐᾶν, μηδὲ καταγελᾶν τῆς ἀποφράδος, ἥ σοι ἀποφράδα τὸν βίον ὅλον ἐργάσεται; ἢ ἔτι προσδεῖ τινος; ὡς τό γε ἐμὸν οὔ ποτε ἐλλείψει. οὐδέπω γοῦν οἶσθα ὡς ὅλην τὴν ἅμαξαν ἐπεσπάσω, δέον, ὦ παιπάλημα καὶ κίναδος, ὑποπτήσσειν εἴ τις ἀνὴρ δασὺς καὶ τοῦτο δὴ τὸ ἀρχαῖον, μελάμπυγος δριμὺ μόνον εἰς σὲ ἀποβλέψειεν. ἴσως ἤδη καὶ ταῦτα γελάσῃ, τὸ παιπάλημα καὶ τὸ κίναδος, ὥσπερ τινὰ αἰνίγματα καὶ γρίφους ἀκούσας· ἄγνωστα γάρ σοι τῶν σῶν ἔργων τὰ ὀνόματα. ὥστε ὥρα ἤδη καὶ ταῦτα συκοφαντεῖν, εἰ μὴ τριπλῇ καὶ τετραπλῇ σοι ἡ ἀποφρὰς ἐκτέτικεν. αἰτιῶ δʼ οὖν σεαυτὸν ἐπὶ πᾶσιν· ὡς γὰρ ὁ καλὸς Εὐριπίδης λέγειν εἴωθεν, ἀχαλίνων στομάτων καὶ ἀφροσύνης καὶ ἀνομίας τὸ τέλος δυστυχία γίγνεται.

---

Lucian, Ψευδολογιστής, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg049.local001/.
