# Πῶς δεῖ Ἱστορίαν συγγράφειν 22

Lucian, Πῶς δεῖ Ἱστορίαν συγγράφειν, Section 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-58/22

τοὺς δὲ καὶ ποιητικοῖς ὀνόμασιν, ὦ καλὲ Φίλων, ἐν ἱστορίᾳ χρωμένους ποῦ δʼ ἄν τις θείη, τοὺς λέγοντας, ἐλέλιξε μὲν ἡ μηχανή, τὸ τεῖχος δὲ πεσὸν μεγάλως ἐδούπησε, καὶ πάλιν ἐν ἑτέρῳ μέρει τῆς καλῆς ἱστορίας· Ἔδεσσα μὲν δὴ οὕτω τοῖς ὅπλοις περιεσμαραγεῖτο καὶ ὄτοβος ἦν καὶ κόναβος ἅπαντα ἐκεῖνα, καὶ ὁ στρατηγὸς ἐμερμήριζεν ᾧ τρόπῳ μάλιστα προσαγάγοι πρὸς τὸ τεῖχος. εἶτα μεταξὺ οὕτως εὐτελῆ ὀνόματα καὶ δημοτικὰ καὶ πτωχικὰ πολλὰ παρενεβέβυστο, τό ἐπέστειλεν ὁ στρατοπεδάρχης τῷ κυρίῳ, καί οἱ στρατιῶται ἠγόραζον τὰ ἐγχρῄζοντα, καί ἤδη λελουμένοι περὶ αὐτοὺς ἐγίγνοντο, καὶ τὰ τοιαῦτα· ὥστε τὸ πρᾶγμα ἐοικὸς εἶναι τραγῳδῷ τὸν ἕτερον μὲν πόδα ἐπʼ ἐμβάτου ὑψηλοῦ βεβηκότι, θάτερον δὲ σανδάλῳ ὑποδεδεμένῳ.

---

Lucian, Πῶς δεῖ Ἱστορίαν συγγράφειν, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg053.local001/.
