# Πῶς δεῖ Ἱστορίαν συγγράφειν 39

Lucian, Πῶς δεῖ Ἱστορίαν συγγράφειν, Section 39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-58/39

τοῦ δὴ συγγραφέως ἔργον ἕν, ὡς ἐπράχθη, εἰπεῖν. τοῦτο δʼ οὐκ ἂν δύναιτο, ἄχρι ἂν ἢ φοβῆται Ἀρτοξέρξην ἰατρὸς αὐτοῦ ὤν, ἢ ἐλπίζῃ κάνδυν πορφυροῦν καὶ στρεπτὸν χρυσοῦν καὶ ἵππον τῶν Νισαίων λήψεσθαι μισθὸν τῶν ἐν τῇ γραφῇ ἐπαίνων. ἀλλʼ οὐ Ξενοφῶν αὐτὸ ποιήσει, δίκαιος συγγραφεύς, οὐδὲ Θουκυδίδης. ἀλλὰ κἂν ἰδίᾳ μισῇ τινας, πολὺ ἀναγκαιότερον ἡγήσεται τὸ κοινὸν καὶ τὴν ἀλήθειαν περὶ πλείονος ποιήσεται τῆς ἔχθρας, κἂν φιλῇ, ὅμως οὐκ ἀφέξεται ἁμαρτάνοντος· ἓν γάρ, ὡς ἔφην, τοῦτο ἴδιον ἱστορίας, καὶ μόνῃ θυτέον τῇ ἀληθείᾳ, εἴ τις ἱστορίαν γράψων ἴῃ, τῶν δὲ ἄλλων ἁπάντων ἀμελητέον αὐτῷ, καὶ ὅλως πῆχυς εἷς καὶ μέτρον ἀκριβές, ἀποβλέπειν μὴ εἰς τοὺς νῦν ἀκούοντας, ἀλλʼ εἰς τοὺς μετὰ ταῦτα συνεσομένους τοῖς συγγράμμασιν.

---

Lucian, Πῶς δεῖ Ἱστορίαν συγγράφειν, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg053.local001/.
