# Ἀναβιοῦντες ἢ Ἁλιεύς 24

Lucian, Ἀναβιοῦντες ἢ Ἁλιεύς, Section 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-59/24

θαρρεῖτε, οὐδὲν ἐλλείψομεν· ὑπὲρ ἁπάντων ἐρῶ. κἂν ἡ Φιλοσοφία δὲ πρὸς τοὺς λόγους ἐπικλασθεῖσα — φύσει γὰρ ἥμερος καὶ πρᾶός ἐστιν — ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλʼ οὐ τὰ ἐμὰ ἐνδεήσει· δείξω γὰρ αὐτῷ ὅτι μὴ μάτην ξυλοφοροῦμεν. τοῦτο μὲν μηδαμῶς, ἀλλὰ τῷ λόγῳ μᾶλλον· ἄμεινον γὰρ ἤπερ τῷ ξύλῳ. μὴ μέλλε δʼ οὖν. ἤδη γὰρ ἐγκέχυται τὸ ὕδωρ καὶ πρὸς σὲ τὸ δικαστήριον ἀποβλέπει. οἱ λοιποὶ καθιζέτωσαν, ὦ Φιλοσοφία, καὶ ψηφοφορείτωσαν μεθʼ ὑμῶν, Διογένης δὲ κατηγορείτω μόνος. οὐ δέδιας οὖν μή σου καταψηφίσωνται; οὐδαμῶς· πλείοσι γοῦν κρατῆσαι βούλομαι. γενναῖά σου ταῦτα· καθίσατε δʼ οὖν. σὺ δέ, ὦ Διόγενες, λέγε.

---

Lucian, Ἀναβιοῦντες ἢ Ἁλιεύς, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg025.local001/.
