# Ἀναβιοῦντες ἢ Ἁλιεύς 52

Lucian, Ἀναβιοῦντες ἢ Ἁλιεύς, Section 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-59/52

ἅλις, ὦ Παρρησιάδη, τῆς ἄγρας, μὴ καί τίς σοι, οἷοι πολλοί εἰσιν, οἴχηται ἀποσπάσας τὸ χρυσίον καὶ τὸ ἄγκιστρον, εἶτά σε ἀποτῖσαι τῇ ἱερείᾳ δεήσῃ. ὥστε ἡμεῖς μὲν ἀπίωμεν περιπατήσουσαι· καιρὸς δὲ καὶ ὑμᾶς ἀπιέναι ὅθεν ἥκετε, μὴ καὶ ὑπερήμεροι γένησθε τῆς προθεσμίας. σφὼ δέ, σὺ καὶ ὁ Ἔλεγχος, ὦ Παρρησιάδη, ἐν κύκλῳ ἐπὶ πάντας αὐτοὺς ἰόντες ἢ στεφανοῦτε ἢ ἐγκάετε, ὡς ἔφην. ἔσται ταῦτα, ὦ Φιλοσοφία. χαίρετε, ὦ βέλτιστοι ἀνδρῶν. ἡμεῖς δὲ κατίωμεν, ὦ Ἔλεγχε, καὶ τελῶμεν τὰ παρηγγελμένα. ποῖ δὲ καὶ πρῶτον ἀπιέναι δεήσει; μῶν εἰς τὴν Ἀκαδημίαν ἢ εἰς τὴν Στοὰν ἢ ἀπὸ τοῦ Λυκείου ποιησώμεθα τὴν ἀρχήν; οὐδὲν διοίσει τοῦτο. πλὴν οἶδά γε ἐγὼ ὡς ὅποι ποτʼ ἂν ἀπέλθωμεν, ὀλίγων μὲν τῶν στεφάνων, πολλῶν δὲ τῶν καυτηρίων δεησόμεθα.

---

Lucian, Ἀναβιοῦντες ἢ Ἁλιεύς, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg025.local001/.
