# Ῥητόρων Διδάσκαλος 21

Lucian, Ῥητόρων Διδάσκαλος, Section 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-60/21

οἱ φίλοι δὲ ἀναπηδάτωσαν ἀεὶ καὶ μισθὸν τῶν δείπνων ἀποτινέτωσαν, εἴ ποτε αἴσθοιντό σε καταπεσούμενον, χεῖρα ὀρέγοντες καὶ παρέχοντες εὑρεῖν τὸ λεχθησόμενον ἐν τοῖς μεταξὺ τῶν ἐπαίνων διαλείμμασι· καὶ γὰρ αὖ καὶ τοῦδε μελέτω σοι τὸν χορὸν ἔχειν οἰκεῖον καὶ συνᾴδοντα. ταῦτα μέν σοι τὰ ἐν τοῖς λόγοις. μετὰ ταῦτα δὲ προϊόντα σε δορυφορείτωσαν ἐγκεκαλυμμένον αὐτὸν καὶ περὶ ὧν ἔφης μεταξὺ διαλαμβάνοντα. καὶ ἤν τις ἐντύχῃ, θαυμάσια περὶ σαυτοῦ λέγε καὶ ὑπερεπαίνει καὶ ἐπαχθὴς γίγνου αὐτῷ. τί γὰρ ὁ Παιανιεὺς πρὸς ἐμὲ; καί, πρὸς ἕνα ἴσως μοι τῶν παλαιῶν ὁ ἀγών καὶ τὰ τοιαῦτα.

---

Lucian, Ῥητόρων Διδάσκαλος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg037.local001/.
