# Ῥητόρων Διδάσκαλος 25

Lucian, Ῥητόρων Διδάσκαλος, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-60/25

ἐξωσθεὶς δὲ ἐπὶ κεφαλὴν ὅμως οὐδὲ τότε ἠπόρησα τῶν ἀναγκαίων, ἀλλὰ καὶ ῥήτωρ δοκῶ κἀν ταῖς δίκαις ἐξετάζομαι προδιδοὺς τὰ πολλὰ καὶ τοὺς δικαστὰς τοῖς ἀνοήτοις καθυπισχνούμενος, καὶ ἡττῶμαι μὲν τὰ πλεῖστα, οἱ φοίνικες δὲ ἐπὶ τῇ θύρᾳ χλωροὶ καὶ ἐστεφανωμένοι· τούτοις γὰρ ἐπὶ τοὺς δυστυχεῖς χρῶμαι τοῖς δελέασιν. ἀλλὰ καὶ τὸ μισεῖσθαι πρὸς ἁπάντων καὶ ἐπίσημον εἶναί με ἐπὶ τῇ μοχθηρίᾳ τοῦ τρόπου καὶ πολὺ πρότερον τῶν λόγων καὶ τὸ δείκνυσθαι τῷ δακτύλῳ τοῦτον ἐκεῖνον τὸν ἀκρότατον ἐν πάσῃ κακίᾳ λεγόμενον, οὐ μικρὸν εἶναι ἐμοί γε δοκεῖ. Ταῦτά σοι παραινῶ, νὴ τὴν πάνδημον, πολὺ πρότερον ἐμαυτῷ παραινέσας καὶ χάριν ἐμαυτῷ οὐ μικρὰν ἐπιστάμενος.

---

Lucian, Ῥητόρων Διδάσκαλος, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg037.local001/.
