# Τὰ πρὸς Κρόνον 37

Lucian, Τὰ πρὸς Κρόνον, Section 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-61/37

οἱ δὲ ὀλίγων ἐν ἀρχῇ δεῖσθαι φάσκοντες, ἐπειδήπερ ἅπαξ αὐτοῖς ἀνεπετάσαμεν τὰς θύρας, οὐκ ἀνίεσαν ἄλλα ἐπʼ ἄλλοις αἰτοῦντες· εἰ δὲ μὴ πάντα εὐθὺς μηδὲ πρὸς ἔπος λαμβάνοιεν, ὀργὴ καὶ μῖσος καὶ πρόχειροι αἱ βλασφημίαι· κἂν εἴ τι ἐπιψεύδοιντο ἡμῖν, ἀλλʼ οἵ γε ἀκούοντες ἐπίστευον ἂν ὡς ἀκριβῶς εἰδόσιν ἐκ τοῦ συγγεγονέναι. ὥστε δυοῖν θάτερον, ἤ μὴ διδόντα ἐχθρὸν εἶναι πάντως ἔδει ἢ πάντα προϊέμενον αὐτίκα μάλα πένεσθαι καὶ τῶν αἰτούντων καὶ αὐτὸν εἶναι.

---

Lucian, Τὰ πρὸς Κρόνον, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg055.local001/.
