# Ψευδοσοφιστής ἢ Σολοικιστής 11

Lucian, Ψευδοσοφιστής ἢ Σολοικιστής, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-63/11

Τό γε μὴν καθέζεσθαι καὶ τὸ κάθισον τοῦ κάθησο ἆρ’ οἶσθ’ ὅτι διενήνοχεν; Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λεγοντος ὡς ἔστιν ἔκφυλον. Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί. Καὶ τῷ ποτ’ ἂν εἴη διαφέρον; Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι τὸ κάθισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον· ἧσ’, ὦ ξεῖν̓, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ ʼκαθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτοὺς τὸ καθέζεσθαι.

---

Lucian, Ψευδοσοφιστής ἢ Σολοικιστής, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg070.local001/.
