# Ψευδοσοφιστής ἢ Σολοικιστής 9

Lucian, Ψευδοσοφιστής ἢ Σολοικιστής, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-63/9

Πάνυ γοῦν ἄδηλόν ἐστι τὸ κατὰ σφᾶς αὐτοὺς ἐφ’ ἡμῶν λεγόμενον. ἀλλὰ τοῦτο μὲν δῆλον· σὲ δὲ οὐδεὶς ἂν θεῶν ἀγνοοῦντα παύσειε πλήν γε ὁ Ἀπόλλων. μαντεύεται γοῦν ἐκεῖνος πᾶσι τοῖς ἐρωτῶσι, σὺ δὲ οὐδὲ τὸν μαντευόμενον κατενόησας. Μὰ τοὺς θεούς, οὐ γὰρ ἔμαθον. Εἰ ἄρα καθ’ εἷς λανθάνει σε περιιών; Ἐοίκασί γε. Ὁ δὲ καθ’ εἷς πῶς παρῆλθεν; Οὐδὲ τοῦτο ἔμαθον. Οἶσθα δέ τινα μνηστευόμενον αὑτῷ γάμον; Τί οὖν τοῦτο; Ὅτι σολοικίζειν ἀνάγκη τὸν μνηστευόμενον αὑτῷ. Τί οὖν πρὸς τοὐμὸν πρᾶγμα, εἰ σολοικίζει τις μνηστευόμενος; Ὅτι ἀγνοεῖ ὁ φάσκων εἰδέναι. καὶ τὸ μὲν οὕτως ἔχει. εἰ δέ τις λέγοι σοι παρελθὼν ὡς ἀπολίποι τὴν γυναῖκα, ἆρ’ ἂν ἐπιτρέποις αὐτῷ; Τί γὰρ οὐκ ἂν ἐπιτρέποιμι, εἰ φαίνοιτο ἀδικούμενος; Εἰ δὲ σολοικίζων φαίνοιτο, ἐπιτρέποις ἂν αὐτῷ τοῦτο; Οὐκ ἔγωγε. Ὀρθῶς γὰρ λέγεις· οὐ γὰρ ἐπιτρεπτέον σολοικίζοντι τῷ φίλῳ, ἀλλὰ διδακτέον ὅπως τοῦτο μὴ τείσεται. καὶ εἴ τίς γε νῦν ψοφοίη τὴν θύραν ἐσιὼν ἢ ἐξιὼν κόπτοι, τί φήσομέν σε πεπονθέναι; Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἢ ἐξιέναι. Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ἤ ψοφοῦντα οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα; Ὑβριστὴς εἶ. Τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί σοι διαλεγόμενος. ἔοικε δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι, σὺ δ’ οὐκ ἔγνως.

---

Lucian, Ψευδοσοφιστής ἢ Σολοικιστής, ed. Karl Jacobitz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg070.local001/.
