# Περὶ τοῦ Ἐνυπνίου ἤτοι Βίος Λουκιανοῦ 11

Lucian, Περὶ τοῦ Ἐνυπνίου ἤτοι Βίος Λουκιανοῦ, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/lucian/text-64/11

καὶ ὁ νῦν πένης ὁ τοῦ δεῖνος, ὁ βουλευσάμενός τι περὶ ἀγεννοῦς οὕτω τέχνης, μετʼ ὀλίγον ἅπασι ζηλωτὸς καὶ ἐπίφθονος ἔσῃ, τιμώμενος καὶ ἐπαινούμενος καὶ ἐπὶ τοῖς ἀρίστοις εὐδοκιμῶν καὶ ὑπὸ τῶν γένει καὶ πλούτῳ προὐχόντων ἀποβλεπόμενος, ἐσθῆτα μὲν τοιαύτην ἀμπεχόμενος, — δείξασα τὴν ἑαυτῆς· πάνυ δὲ λαμπρὰν ἐφόρει — ἀρχῆς δὲ καὶ προεδρίας ἀξιούμενος. κἄν που ἀποδημῇς, οὐδʼ ἐπὶ τῆς ἀλλοδαπῆς ἀγνὼς οὐδʼ ἀφανὴς ἔσῃ· τοιαῦτά σοι περιθήσω τὰ γνωρίσματα ὥστε τῶν ὁρώντων ἕκαστος τὸν πλησίον κινήσας δείξει σε τῷ δακτύλῳ, οὗτος ἐκεῖνος λέγων.

---

Lucian, Περὶ τοῦ Ἐνυπνίου ἤτοι Βίος Λουκιανοῦ, ed. Austin Morris Harmon. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0062.tlg029.local001/.
